(86)
πρὸς δὲ τοὺς ἑκ τῆς ὑστέρας συμβαίνοντας πνιγμοὺς ἁρμόζει πινόμενα· ἀγαρικοῦ 〈· α′ ἐν οἴνῳ, μανδραγόρου ῥίζης ὀβολοὶ δύο σὺν οἴνῳ, νάρδου ἀγρίας ῥίζα σὺν οἴνῳ, ὀρεοσελίνου καρπός, ἀρνογλώσσου καρπὸς καὶ ὁ χυλὸς σὺν οἴνῳ, γλυκυσίδης μέλανες κόκκοι ιε′ μετὰ μελικράτου, ὄνυξ 〈ὁ〉 ἐκ κογχυλίου πινόμενος, ὄξος σκίλλινον καταρροφούμενον.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.