(84)
ἐγκαθίσματα δὲ ῥοῦν ἵστησιν — δεῖ δὲ χλιαροῖς ἐγκαθέζειν — ἀγριελαίας ἀπόζεμα, σχίνου, βάτου, ἀγαλόχου, δρυὸς φύλλων καὶ φλοιοῦ καὶ βαλάνου καὶ πρίνου, μυρσίνης, στεμφύλων, ῥοὸς βυρσοδεψικῆς, σιδίων.(85)
ἐπιτίθεται δὲ κατὰ τοῦ ἐπιγαστρίου εἰς τὸ ἐπισχεῖν ῥοῦν κρίθινον 〈ἄλευρον〉 σὺν κηκῖδι λείᾳ 〈ἢ〉 σιδίοις ἢ βαλαυστίῳ ἢ βάτῳ ἢ τρυγὶ ὄξους ἢ πρίνου 〈φλοιῷ〉 ἢ βαλάνων ἢ μυρσίνης φύλλοις ἢ σχοίνου ἢ Θηβαικοῖς 〈φοίνιξιν〉.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.