(30)
τὰς δὲ πολυχρονίους ἀναγωγὰς ἴσχει πράσου καρπός, μύρτου σπέρμα μεθ’ ὕδατος ποθέν, μᾶλλον δὲ μετὰ μύρτων χυλοῦ, ἄγνου τριώβολον μετ’ ὀξυκράτου, ῥόδων κεφαλαὶ λεῖαι μετὰ ὕδατος, σύμφυτον πετραῖον καὶ ὁ καρπός, ἀκάνθης λευκῆς ῥίζης 〈· α′ μετ’ ὀξυκράτου, ἀλθαίας ῥίζης ἀφέψημα· κόλλα ἀπὸ ζειᾶς ἑψηθεῖσα ὡς εἰς βιβλία ἐκλειχομένη ἁρμόζει καὶ σὺν ἡδυόσμῳ·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.