(29)
αἵματος δὲ ἀναγωγὴν θεραπεύει πινόμενα· ἀγαρικοῦ τριώβολον ἐν οἴνῳ, ἀδιάντου χυλὸς καταρροφούμενος σὺν ὄξει ὅσον κύαθος α′, κἂν ἐκ διαστημάτων ἢ πάλιν, ἢ πολυγόνου χυλός, ἢ ἀειζώου ἢ ἀρνογλώσσου χυλὸς ὁμοίως, ἢ βάτου, ἢ ἀνδράχνης, ἢ ἑλίκων ἀμπέλου, ἢ βαλαύστιον σὺν ὀξυκράτῳ, ἢ ἡδυόσμου χυλὸς καθ’ ἑαυτὸν καὶ σὺν ὀξυκράτῳ ἢ ὕδατι· περικλυμένου χυλοῦ τριώβολον μετὰ ὕδατος, κυπαρίσσου σφαιρία σὺν ὕδατι λεῖα πινόμενα, Λυσιμάχειος πόα καὶ ὁ χυλὸς αὐτῆς, μυρίκης καρπὸς λεῖος καὶ ὁ φλοιὸς αὐτῆς, νάρθηκος ἐντεριώνη, οἰνάνθη ξηρά.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.