(109)
δυσουρίαις δὲ βοηθεῖ πινόμενα· ἀσπαράγου ἀγρίου ῥίζης ἀπόζεμα καὶ τὸ σπέρμα σὺν οἴνῳ, πάναξ σὺν μελικράτῳ ποιεῖ καὶ πρὸς ψωριῶσαν κύστιν, πολυγόνου χυλός, σαμψούχου ἀπόζεμα, σέσελι, σικύου ἡμέρου σπέρμα καθαρὸν σὺν γάλακτι ἢ γλυκεῖ καὶ πικροῖς ἀμυγδάλοις, ἢ αὐτὰ τὰ ἀμύγδαλα ἐν γλυκεῖ, σκορδίου χύλισμα ἐν οἴνῳ, σταφυλίνου ἀγρίου σπέρμα, φιλεταιρίου ῥίζης 〈· α′ ἐν κράματι, φοῦ ἀπόζεμα, χαμαιπίτυος ὁμοίως·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.