(107)
ἰᾶται δὲ κύστιν ῥευματιζομένην μολόχη ἐσθιομένη ἢ μύρτα ἐσθιόμενα. (108) ἐπιδακνομένην δὲ κύστιν ὠφελεῖ σάκχαρον πινόμενον, σκάνδικος ἀφέψημα πινόμενον, καὶ τῆς λεγομένης φαλήρεως βοτάνης κοπείσης καὶ θλιβείσης ὁ χυλὸς σὺν οἴνῳ — γεννᾶται δὲ ἐν τοῖς σίτοις —· συμφύτου ἀφέψημα, κνῆκος χυλισθεῖσα, ἀμύγδαλα πικρά, στροβίλια πεφωγμένα, κόμμι κοκκυμήλων, τραγάκανθα ἐν γλυκεῖ μετὰ κέρατος ἐλαφείου κεκαυμένου μιγείσης αὐτῇ 〈στυπτηρίας〉 σχιστῆς ὀλίγης.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.