(214)
αἱμορροίδας 〈δὲ〉 αἴρει θαυμαστῶς τοῦτο· κωνείου ξηροῦ 〈·β′, ὑοσκυάμου χυλίσματος 〈·δ′, στυπτηρίας σχιστῆς 〈·β′ χαλκάνθου κεκαυμένου 〈·β′, Σινωπίδος 〈·α′, ψιμυθίου 〈·α′, κηρωταρίῳ ῥοδίνῳ ἀναλημφθέντα καὶ ἐπιτεθέντα· ῥοᾶς ὀξείας λέπη λεῖα σὺν ὄξει ἐπιπλασθέντα· ἂν δὲ ἐνδοτέρω ὦσιν, ὡς μαζίον ποιήσας ἐντίθει.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.