(213)
ἀναστομοῖ δὲ αἱμορροίδας μυττωτὸν ἐσθιόμενον, ἀμαράκινον ἢ ἴρινον περιχριόμενον· ἐρεθίζει αὐτὰς καὶ χολὴ βοεία ὡς βάλανος προστεθεῖσα, καὶ πρὸ τῆς χειρουργίας δὲ περιχρισθεῖσα· κατέχει δὲ καὶ οὐκ ἐᾷ ἐκτρέπεσθαι αὐτάς, ὁμοίως κυκλαμίνου χυλός.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.