(207)
σύριγγας δὲ ἐκτήκει καὶ αἴρει ἰοῦ 〈·β′, Ἀμμωνιακοῦ θυμιάματος 〈·β′ κολλουριοποιηθέντα καὶ ἐντεθέντα ταῖς σύριγξιν μετὰ ὄξους ἢ ὕδατος· ἀμόργη ἡψημένη καὶ ἐγκλυζομένη· ἴριδος ῥίζης ἀπόζεμα ἐγκλυζόμενον καὶ πρὸς κόλπους ποιεῖ· ἄρου, ἀρισάρου καρπὸς ἐντιθέμενος, καὶ ἡ ῥίζα δὲ αὐτῶν καὶ τὰ φύλλα λεῖα ὡς κολλούρια ἀναπλασσόμενα.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.