(206)
ῥαγάδας δὲ τὰς ἐν ποσὶ θεραπεύει ἐντιθέμενα· σκίλλης τὸ ἐντὸς σὺν ἐλαίῳ ζεσθὲν καὶ ῥητίνῃ τερμινθίνῃ συλλεανθέν, καρκίνοι ποτάμιοι καέντες λεῖοι σὺν μέλιτι, πολυπο δίου ῥίζα καταπλασσομένη, κέρας αἴγειον κεκαυμένον ἀναλημφθὲν στέατι αἰγείῳ· ἢ μέλιτος λίτρα, κηρὸς καὶ ἔλαιον συντακέντα ἴσα, λιθαργύρου Γο δ′ ἑψηθέντα, ἕως ἐμπλαστρῶδες γένηται· δεῖ δὲ προπερικαθαίρειν τοὺς τύλους καὶ 〈οὕτω〉 χρῆσθαι τοῖς φαρμάκοις.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.