(173)
χίμετλα δὲ ἰᾶται καταντλούμενα· κυκλαμίνου ῥίζης ἀφέψημα, ἀσφοδέλου ῥιζῶν ὁμοίως, γογγύλη ἐν θαλάσσῃ ἢ ἐν ἅλμῃ ἀφηψημένη, βατράχειον σὺν ὕδατι· ἀρκτίου φύλλα καὶ καυλὸς καὶ ῥίζα ἐν οἴνῳ ἀφεψόμενα καὶ αὐτὰ 〈δὲ〉 καταπλασσόμενα, μάδος 〈ὁ〉 ἀπὸ βυρσοδεψῶν καταντλούμενος, σιλφίου ἀπόζεμα, ὀρόβου ἀφέψημα, θάλασσα καθ’ ἑαυτήν.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.