(173)
χίμετλα δὲ ἰᾶται καταντλούμενα· κυκλαμίνου ῥίζης ἀφέψημα, ἀσφοδέλου ῥιζῶν ὁμοίως, γογγύλη ἐν θαλάσσῃ ἢ ἐν ἅλμῃ ἀφηψημένη, βατράχειον σὺν ὕδατι· ἀρκτίου φύλλα καὶ καυλὸς καὶ ῥίζα ἐν οἴνῳ ἀφεψόμενα καὶ αὐτὰ 〈δὲ〉 καταπλασσόμενα, μάδος 〈ὁ〉 ἀπὸ βυρσοδεψῶν καταντλούμενος, σιλφίου ἀπόζεμα, ὀρόβου ἀφέψημα, θάλασσα καθ’ ἑαυτήν.(180)
καταχριό μενα δὲ ὠφελεῖ πρὸ τοῦ ἑλκωθῆναι τὰ χίμετλα· ἀκακίας, πρασίου χυλός, ῥοὸς βυρσοδεψικῆς χυλός, λύκιον, ἀμόργη ἑψητή, κηροῦ πλατύσματα θερμὰ παρὰ μέρος ἐπιτιθέμενα ὡς πυρία, στυπτηρία μετὰ ψιμυθίου καὶ κηρωτῆς· ἢ βάτου κεκαυμένης τέφρα μετὰ κηρωτῆς. καταπλάσσεται δὲ πρὸ ἑλκώσεως γογγύλη ἑφθὴ ἐν ἅλμῃ.(181)
πρὸς δὲ τὰ εἱλκωμένα ποιεῖ κηρωτὴ ἐν γογγύλῃ ὠμῇ ἐγγλυφείσῃ ἐπὶ θερμοσποδιᾷ ἑψηθεῖσα ἢ ἐν κυκλαμίνου ῥίζῃ ὁμοίως ἐγγλυφείσῃ·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.