(168)
ἐρυσιπέλατα δὲ ἰᾶται καταχριόμενα ταῦτα ὄξους καὶ ῥοδίνου μειγνυμένων· ψιμύθιον, λιθάργυρος, ἢ γῆ Κιμωλία ἢ Χία ἢ Σελινουσία· μείγνυται δὲ χυλὸς ἀρνογλώσσου ἢ σέριδος ἢ πολυγόνου ἢ ἀγριελαίας ἢ ἀνδράχνης ἢ ἀειζώου ἢ στρύχνου ἢ ὑρσκυάμου ἢ κορίου ἢ πηγάνου ἢ σελίνου ἢ ἑλξίνης ἢ ἡδυόσμου. ποιεῖ καὶ λιθάργυρος μετὰ ῥοδίνου λεῖος, ὤχρα μετ’ ὄξους, ἰὸς σιδήρου σὺν ὄξει καὶ ψιμυθίῳ καὶ θείῳ καὶ λιθαργύρῳ·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.