(168)
ἐρυσιπέλατα δὲ ἰᾶται καταχριόμενα ταῦτα ὄξους καὶ ῥοδίνου μειγνυμένων· ψιμύθιον, λιθάργυρος, ἢ γῆ Κιμωλία ἢ Χία ἢ Σελινουσία· μείγνυται δὲ χυλὸς ἀρνογλώσσου ἢ σέριδος ἢ πολυγόνου ἢ ἀγριελαίας ἢ ἀνδράχνης ἢ ἀειζώου ἢ στρύχνου ἢ ὑρσκυάμου ἢ κορίου ἢ πηγάνου ἢ σελίνου ἢ ἑλξίνης ἢ ἡδυόσμου. ποιεῖ καὶ λιθάργυρος μετὰ ῥοδίνου λεῖος, ὤχρα μετ’ ὄξους, ἰὸς σιδήρου σὺν ὄξει καὶ ψιμυθίῳ καὶ θείῳ καὶ λιθαργύρῳ·(169)
καταπλασσόμενα δὲ μετὰ ἀλφίτου πάλης ποιεῖ πρὸς ἐρυσιπέλατα ταῦτα· ἀρνόγλωσσον, κόριον, σέλινον, ἀνδράχνη, ἀείζωον, μυόσωτον, στρύχνον, ὑοσκυάμου φύλλα, ἑλξίνη, κάλυκος τῆς καλουμένης ὀνοκλείας ῥίζα, κοτυληδών, κράμβης φύλλα, κύπρου φύλλα, κυπαρίσσου ὁμοίως, λυκάψου φύλλα, ὠκίμου φύλλα, ὑοσκυάμου 〈ὁμοίως〉·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.