κέκτηται. χρώμεθα δὲ τῷ μὴ ἀφηψημένῳ ἐφʼ ὧν κοιλίαν μαλάξαι βουλόμεθα ἢ ἔμετον κινῆσαι, ὡς ἐπὶ τῶν θανάσιμον πεπωκότων, διδόντες αὐτὸ μετʼ ἐλαίου, τῷ δὲ ἀφηψημένῳ ἐπὶ τῶν μικροσφύκτων καὶ ἀσθενῶν καὶ βησσόντων καὶ περιπνευμονικῶν καὶ διαφορουμένων. τὸ δὲ σκευαστὸν καὶ ἀπόθετον,
ὃ ἰδίως ἔνιοι ὑδρόμελι καλοῦσι, μέσον μὲν τῇ ἡλικίᾳ 1 2 3 4 5 6 ὑπάρχον, ἀναλογεῖ τῷ δευτερίᾳ καὶ ἀδυνάμῳ οἴνῳ, ὅσον ἐπὶ τῷ τὰς δυνάμεις ἀνακτᾶσθαι, ὅθεν ἐπὶ τῶν φλεγμαινόντων τι μέρος ἐστὶν εὔθετον μᾶλλον τοῦ δευτερία.
δὲ τῶν τὸν στόμαχον πεπονθότων ἢ ῥευματιζομένων ἢ ἀνορέκτων ἢ διαφορουμένων ἐπιτήδειον. σκευάζεται δὲ πρὸς μέλιτος ἓν μέρος δύο ὕδατος ὀμβρίου παλαιοῦ μειγνυμένων καὶ ἡλιαζομένων. οἱ δὲ πηγαῖον μείξαντες ἀφέψουσιν εἰς τὸ τρίτον καὶ ἀποτίθενται. καλοῦσι δέ τινες καὶ ἀπόμελι τὸ
ἐκπλυνομένων τῶν κηρίων ὕδατι σκευαζόμενον ὑδρόμελι καὶ ἀποτιθέμενον· δεῖ δὲ αὐτὸ καὶ ἀκρατέστερον ποιεῖν, οἱ δὲ καὶ τοῦτο ἕψουσιν. ἐστι δὲ ἄθετον ἐπὶ νοσούντων διὰ τὸ πλεῖστον ἔχειν κηρανθέμου.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.