τὸ δὲ μέσον εὐκοίλιον, οὐρητικόν· βλάπτει δὲ ἐπὶ τροφῇ λημφθέν, πινόμενον δὲ ἐν ἀρχῇ πλήσμιον, μετὰ ταῦτα δὲ κινεῖ ὄρεξιν.
συναφέψουσι τὸ μέλι τῷ οἴνῳ καὶ οὕτως καταγγίζουσιν. ἔνιοι δὲ διὰ λυσιτέλειαν γλεύκους ζέοντος ξέστας ἓξ πρὸς ξέστην ἕνα μέλιτος μειγνύντες μετὰ τὸ ἀποζέσαι καταγγίζουσι· μένει δὲ γλυκύ.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.