καινόν, καὶ ἐπιχέας θαλάσσης πελαγίας τὸ αὔταρκες ἕψε βραχὺ νίτρον προσεμπάσας. ὅταν δὲ ἀναζέσῃ δὶς ἢ τρίς, καθελὼν τὴν χύτραν καὶ ἐάσας ψυγῆναι, ἀνελοῦ τὸν τροχίσκον καὶ ἀποξύσας, εἴ τις περὶ αὐτὸν ὑπάρχοι ῥυπαρία, ἕψε ἐκ δευτέρου, ἄλλο ὕδωρ θαλάσσιον ἐπιδούς.
ἀναιροῦ τὸ ἀγγεῖον ἀπὸ τοῦ πυρὸς καὶ λαβὼν καινοῦ χυτριδίου τὸν πυθμένα, προνενοτισμένον ὕδατι ψυχρῷ, κάθες πραέως εἰς τὸν κηρόν, ἀκροθιγῶς ἐμβάπτων πρὸς τὸ ἐλάχιστόν τι αὐτοῦ ἐφέλκεσθαι καὶ καθʼ ἑαυτοῦ πήγνυσθαι. ἀνελόμενος 1 2 3 4 5 6 δὲ τὸν πρῶτον κυκλίσκον ἀφαιροῦ, καὶ ἐκ δευτέρου κάθες τὸν πυθμένα ψύχων ὕδατι, καὶ τὸ αὐτὸ ποίει, ἕως ἄν ἅπαντα ἀναλάβῃς. λοιπὸν λίνῳ διείρας τὰ κυκλίσκια διεστῶτα ἀπʼ ἀλλήλων κρέμασον, ἡμέρας μὲν εἰς ἥλιον συνεχῶς ἐπινοτίζων αὐτά, νυκτὸς δὲ ὑπὸ τὴν σελήνην τίθει, ἕως ἄν λευκὰ γένηται. εἰ δὲ
ἄγαν τις θέλοι λευκὸν ποιῆσαι, τὰ μὲν λοιπὰ ὡσαύτως ἐνεργείτω, ἑψέτω δὲ πλεονάκις.
ἐπιθέντες ἡλιάζουσιν, ἄχρι οὗ ἂν λευκότατα γένηται· παραινοῦσι δὲ ἔαρος ἐπὶ τοῦτο ἔρχεσθαι, ὅτε καὶ ὁ ἥλιος τῇ σφοδρότητι ἀνεῖται καὶ νοτίδα παρέχει, πρὸς τὸ μὴ τήκεσθαι. δύναμιν δὲ ἔχει πᾶς κηρὸς θερμαντικήν, μαλακτικήν, πληρωτικήν τε μετρίως. μείγνυται δὲ καὶ ῥοφήμασιν ἐπὶ τῶν δυσεντερικῶν,
καταπινόμενος δὲ μεγέθη κεγχριαῖα δέκα οὐκ ἐᾷ τυροῦσθαι ἐπὶ τῶν τιθηνουσῶν τὸ γάλα.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.