ἐν Ἰνδίᾳ καὶ τῇ εὐδαίμονι Ἀραβίᾳ, εὑρισκόμενον ἐπὶ τῶν καλάμων, ὅμοιον τῇ συστάσει ἁλσὶ καὶ θραυόμενον ὑπὸ τοῖς ὀδοῦσι καθάπερ οἱ ἅλες. ἐστι δὲ εὐκοίλιον, εὐστόμαχον, διεθὲν ὕδατι καὶ ποθέν, ὠφελοῦν κύστιν κεκακωμένην καὶ νεφρούς καθαίρει δὲ καὶ τὰ ταῖς κόραις ἐπισκοτοῦντα ἐγχριόμενον.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.