παλαιὸν σμηκτικώτερον ἀχώρων, πιτύρων, ψωρῶν, ἐκζεσμάτων, νομάς τε ἐπέχει καὶ μάλιστα τὰς ἐν αἰδοίοις ἐγκλυζόμενον, καὶ ὦτα πυορροοῦντα στεγνοῖ· ἐκβάλλει δὲ καὶ τοὺς ἐν αὐτοῖς σκώληκας ἑψόμενον ἐν σιδίῳ ῥόας.
χαλκῷ σὺν μέλιτι οὐλὰς καὶ ἄργεμα καὶ ἀχλῦς ἀποσμήχει. κατασκευάζεται δὲ διʼ αὐτοῦ καὶ τοῦ κυπρίου χαλκοῦ ἁρμόζουσα ἐπὶ τοῦ χρυσίου κόλλα. ἡ δὲ ὑποστάθμη τοῦ οὔρου καταχρισθεῖσα 1 2 3 4 5 ἐρυσιπέλατα παύει. ἀναζεσθεῖσα δὲ σὺν κυπρίνῳ καὶ προστεθεῖσα ὀδύνην ὑστέρας παρηγορεῖ καὶ ὑστερικῶς πνιγομένας κουφίζει, βλέφαρά τε ἀποσμήχει καὶ οὐλὰς τὰς ἐν ὀφθαλμοῖς ἀποκαθαίρει. τὸ δὲ ταύρειον σύν σμύρνῃ λεανθὲν
καὶ ἐνσταγὲν ὠταλγίας παρηγορεῖ, καὶ τὸ συάγρειον δὲ τῆς αὐτῆς ἔχεται δυνάμεως, ἰδιαίτερον δὲ τούς ἐν κύστει λίθους θρύπτει καὶ ἐκκρίνει πινόμενον.
ἰᾶται δὲ καὶ ὠταλγίας ἐνσταζόμενον. τὸ δὲ τῆς λυγγός, ὅ δὴ λυγγούριον καλεῖται, ἅμα τῷ ἐξουρηθῆναι λιθοῦσθαι πεπίστευται· διὸ καὶ ματαίαν ἔχει τὴν ἱστορίαν. ἐστι γὰρ τὸ καλούμενον ὑπʼ ἐνίων ἤλεκτρον πτερυγοφόρον, ὅπερ ποθὲν σὺν ὕδατι στομάχῳ καὶ ῥευματιζομένῃ κοιλίᾳ ἁρμόζει. ὄνου δὲ
οὖρον παραδέδοται πινόμενον νεφριτικούς ὑγιάζειν.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.