φλεγμονάς τάς ἐκ τραυμάτων πραύνει· ἐνειλεῖται δὲ φύλλοις καὶ θερμαίνεται ἐν θερμοσποδιά καὶ οὕτως ἐπιτίθεται, καὶ ἰσχιάδος δὲ πυρία πραυντικὴ ἡτοιαύτη ἐπίθεσις. σὺν ὄξει δὲ καταπλασθεῖσα χοιράδας καὶ σκληρώματα διαλύει καὶ φύγεθλα. ἰδίως δὲ ἄρρενορς βοὸς βόλβιτον ὑστέραν προπεπτωκυῖαν 1 2 3 4 5 ὑπομιώμενον ἀποκαθίστησι, διώκει δὲ καὶ κώνωπας θυμιαθέν. σἰγῶν δὲ σπύραθοι, μάλιστα ὀρεινῶν πινόμεναι σὺν οἴνῳ ἴκτερον ἀποκαθαίρουσι, σύν ἀρώματι δὲ ποθεῖσαι ἔμμηνα κινοῦσι καὶ ἔμβρυα ἐκβάλλουσι.
δὲ αἱμορραγίας σῦν ὄξει στέλλουσι· καεῖσαι δὲ ἀλωπεκίας θεραπεύουσι μετʼ ὄξους ἢ ὀξυμέλιτος καταχριόμεναι, σὺν ὀξυγγίῳ δὲ καταπλασσόμεναι ποδαγρικοὺς ὠφελοῦσιν. ἑψηθεῖσαι δὲ μετʼ ὄξους ἢ οἴνου ἐπιτίθενται πρὸς ἑρπετῶν δήγματα καὶ ἕρπητας καὶ ἐρυσιπέλατα καὶ παρωτίδας. καὶ ἐπὶ ἰσχιαδικῶν
δὲ ἡ διʼ αὐτῶν καῦσις ὠφελίμως παραλαμβάνεται τοῦτον τὸν τρόπον· ἐπὶ τὸ μεταξὺ μέρος τοῦ (λιχανοῦ καὶ τοῦ〉 ἀντίχειρος, συνεγγίζον δὲ τῷ καρπῷ κοῖλον, προυποθεὶς ἔριον ἐλαίῳ βεβρεγμένον, ἐπιτίθει κατά μίαν σπύραθον πυρῶν, ἄχρι οὗ ἂν ἡ αἴσθησις διὰ τοῦ βραχίονος ἐπὶ τὸ ἰσχίον ἔλθῃ καὶ παύῃ· καλεῖται δὲ
τοιαύτη καῦσις Ἀραβική.
μετʼ ὄξους στρέμματα δὲ θεραπεύει ἀναλημρ θεῖσα κηρωτῇ 6 7 8 ῥοδίνῃ. ὀνὶς δὲ καὶ ἡ τῶν ἵππων ἄφοδος αἱμορραγίας ἱστησιν ὠμή τε καὶ κεκαυμένη ὄξει μιγεῖσα. ἡ δὲ τοῦ ἐξ ἀγέλης ὄνου ποηφάγου ἄφοδος ξηρά χυλισθεῖσα ἐν οἴνῳ καὶ ποθεῖσα σκορπιοπλήκτοις σφόδρα βοηθεῖ.
καὶ καυστικωτέρα χρησίμως ὠμῇ λύσει μειγνυμένη, σύν ὄξει δὲ χοιράδας διαφορεῖ, ἄνθρακάς τε περιρρήττει σύν μέλιτι καὶ λινοσπέρμῳ, καὶ σὺν ἐλαίῳ λεανθεῖσα πυρίκαυτα θεραπεύει. καὶ ἡ τῶν ἀλεκτορίδων δὲ ταὐτὰ ποιεῖ, ἐνδεέστερον μέντοι, πλὴν ἰδίως πρὸς μύκητας θανασίμους καὶ κόλου ἀλγήματα ἁρμόζει
μετʼ ὄξους ἢ οἴνου πινομένη. πελαργοῦ δὲ σῦν ὕδατι ποθεῖσα ἐπιλημπτικοῖς ἁρμόζειν πεπίστευται, γυπὸς δὲ ὑποθυμιαθεῖσα ἔμβρυα ἐκτινάσσειν παραδέδοται.
τὰ μυόχοδᾶ κοιλίαν πρὸς ἔκκρισιν ἐρεθίζει. κυνὸς δὲ ἡ ἐν τοῖς ὑπὸ κύνα καύμασι λημφθεῖσα, ξηρὰ πινομένη μεθʼ ὕδατος ἢ οἴνου, κοιλίαν ἐφίστησιν. ἡ δὲ τῶν ἀνθρώπων πρόσφατος μὲν καταπλασθεῖσα ἀφλέγμαντα μετὰ τοῦ παρακολλᾶν φυλάττει τὰ τραύματα, ξηρὰ δὲ μετὰ μέλιτος διαχριομένη ἐπὶ συναγχικῶν
βοηθεῖν παραδέδοται.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.