δὲ ὑστέρᾳ τὸ ἡλισμένον καὶ τὸ τῷ χρόνῳ μεταβεβληκὸς εἰς δριμύτητα. πρόσφατον δὲ τούτων λαβών τι καὶ ἐξυμενίσας ἔμβαλε εἰς λοπάδα καινὴν κεραμεᾶν, δὶς τοσοῦτον χωροῦσαν ἢ ὅσον ἐστὶ τὸ μέλλον θεραπεύεσθαι, εἶτα θεὶς εἰς ὀξύτατον ἥλιον τὸ ἀγγεῖον κεκαλυμμένον ἐπιμελῶς, ὑπὸ χεῖρα τὸ ἀποτηκόμενον
ἀπήθει εἰς ἕτερον ἀγγεῖον ὀστράκινον, ἕως ἂν ἅπαν δαπανήσῃ τοῦτο δὲ εἰς κατάψυχρον τόπον ἀποτίθεσο καὶ χρῶ.
λεαίνεται καὶ εἰς λοπάδα ἐμβληθὲν τήκεται, ἁλὸς ὀλίγου καὶ λεπτοῦ προσεμπασθέντος, εἶτα διὰ ῥάκους λινοῦ ὑλισθὲν ἀποτίθεται. ἁρμόζει δὲ τὸ τοιοῦτον εἰς τὰ ἄκοπα.
σπάθῃ. ὅταν δὲ τακῇ, διηθήσας αὐτὸ διʼ ἡθμοῦ εἰς ὕδωρ, καὶ ἐάσας ψυγῆναι πάλιν ἐστραγγισμένον ἐπιμελῶς ἀπόδος εἰς τὴν χύτραν προπεπλυμένην , ἐπιχέας τε ὕδωρ τῆξον πραέως, καὶ καθελὼν μικρόν τε ἐάσας τὴν τρύγα ὑποστῆναι κατάχεον εἰς θυίαν νενοτισμένην σπόγγῳ. ὅταν δὲ παγῇ, ἀνελόμενος καὶ τὴν
πρὸς τῷ πυθμένι ἀκαθαρσίαν ἀφελὼν τῆξον ἐκ τρίτου χωρὶς ὕδατος, καὶ κατεράσας εἰς θυίαν καθαρίσας τε ἔμβαλε εἰς κεραμεοῦν ἀγγεῖον καὶ πωμάσας ἀπόθου εἰς κατάψυχρον τόπον.
αὐτῶν καὶ πλύνας ἐξυμενίσας τε, ὡς προείρηται ἐπὶ τοῦ ὑείου, δὸς εἰς θυίαν μαλάττειν καὶ τρῖβε, κατʼ ὀλίγον ὕδωρ ἐπιχέων, ἄχρι ἂν μήτε αἱμάλωψ ἐκκρίνηται μήτε λάμπη ἐπιπλέῃ λαμπρόν τε γένηται. λοιπὸν ἐμβαλὼν αὐτὸ εἰς κεραμεᾶν χύτραν καὶ προσεπιδούς ὕδωρ ὥστε ὑπερέχειν θὲς ἐπὶ κούφης
ἀνθρακιᾶς καὶ κίνει. ὅταν δὲ τακῇ ἅπαν, κατεράσας αὐτὸ εἰς ὕδωρ καὶ ψύξας πλύνας τε τὴν χύτραν ἐκ δευτέρου τῆκε καὶ τὰ αὐτὰ ποίει τοῖς προειρημένοις.
καὶ τὴν δυσωδίαν ἀποβάλῃ.
πήξεως, ταῖς χερσὶ πάλιν ἔκπλυνον σφοδρῶς τρίβων. τοῦ μὲν ἀποχεομένου ὕδατος τοῦ δὲ ἐπιχεομένου, ἄχρι ἂν πλυθῇ καλῶς, καὶ πάλιν εἰς χύτραν ἐμβαλών ἕψε μετʼ οἴνου ἴσου εὐώδους. ὡς δ᾿ ἂν ζέσῃ δίς, ἄρας ἀπὸ τοῦ πυρὸς τὴν χύτραν ἔασον ἐννυκτερεῦσαι τὸ στέαρ ἐνθάδε· τῇ δ᾿ ἐχομένη ἐάν τι τῆς
δυσωδίας ὑπολείπηται, ἀνελόμενος τὸ προειρημένον εἰς ἑτέραν χύτραν καινὴν προσεπίχεον οἶνον εὐώδη καὶ τὰ αὐτὰ τοῖς προειρημένοις ποίει, ἕως ἂν ἅπασαν τὴν δυσωδίαν ἀποβάλῃ.
τὸ μέλλον εὐωδιάζεσθαι καὶ πλύνας, ὡς προείρηται, σύζεσον οἴνῳ ἀθαλάσσῳ τε καὶ εὐώδει, εἶτα ἀνελόμενος καὶ ἐννυκτερεῦσαι ἀφφὶς ἕτερον οἶνον ἀπὸ τοῦ αὐτοῦ γένους ἐπίχεε τῷ πλήθει τοσοῦτον, ὅσον ἦν ὁ ἔμπροσθεν δοθείς, καὶ τήξας ἀποκογχίσας τε ἐπιμελῶς, πρὸς ἐννέα κοτύλας τοῦ στέατος ἔμβολε
δὲ ἔστω ὁλοσχερέστερον κεκομμένα — εἶτα ἐπιδούς οἶνον εὐώδη ἀπέρεισαι ἐπ ἀνθράκων πεπωμασμένον τὸ ἀγγεῖον καὶ σύζεσον τρίς, ἄρας τε ἀπὸ τοῦ πυρὸς ἔασον ἐννυκτερεῦσαι αὐτό· τῇ δ᾿ ἐχομένῃ ἀπόχεε τὸν οἶνον καὶ ἄλλον ἐπιδοὺς τοῦ αὐτοῦ γένους σύζεσον ὁμοίως ἔτι τρὶς καὶ ἄφες.
στέαρ ἀπόχεε τὸν οἶνον, ἐκπλύνας τε τὸ ἀγγεῖον καὶ καθάρας τὸ πρὸς τῳ πυθμένι καὶ τήξας διυλίσας τε αὐτὸ ἀπόθου καὶ χρῶ.
ἀνελόμενος πραέως καὶ δι᾿ ὀθόνης ὑλίσας ἀρωμάτιζε, ὡς δεδήλωται.
ὀκτώ, σύζεσον ἐλαφρῷ χρώμενος πυρί, ἕως τὴν σύμφυτον ὀσμὴν ὀποβάλῃ καὶ μᾶλλον οἰνίζῃ. εἶτα καθελὼν τὸ ἀγγεῖον καὶ ψύξας ἀνελοῦ τοῦ στέατος μνᾶς δύο καὶ ἐμβαλών εἰς λοπάδα προσεπιδούς τε τοῦ αὐτοῦ οἴνου κοτύλας τέσσαρας καὶ λωτίνου καρποῦ, οὖ τοῖς ξύλοις οἱ αὐλοποιοὶ χρῶνται, κεκομμένου
μνᾶς τέσσαρας ἕψε πυρὶ κούφῳ διηνεκῶς κινῶν.
καινὴν κάθες ταῦτα καὶ τὸ στέαρ, προσαπόδος δὲ καὶ οἴνου χοέως ἥμισυ καὶ σύζεσον ἅπαντα ὁμοῦ· ὅταν δὲ πάντων τῶν στυμμάτων τὴν δύναμιν καὶ τὴν ὀσμὴν ἀπολάβῃ τὸ στέαρ, καθελὼν αὐτὸ καὶ διυλίσας πῆξον ἀπόθου τε. ἐὰν δὲ εὐωδέστερον ποιῆσαι θέλῃς, μίσγε σμύρνης τῆς λιπαρωτάτης
ὀκτὼ ὁλκὰς οἴνῳ διειμένας πολυετεῖ.
παλαιοῦ κύαθον ἕνα θὲς ἐπ᾿ ἀνθρακιᾶς καὶ σύζεσον τρίς· εἶτα ἀνελόμενος ἀπὸ τοῦ πυρὸς τὸ ἀγγεῖον καὶ ἐάσας ψυγῆναι τὰ ἐν αὐτῷ ἡμέραν καὶ νύκτα, τῇ ἐχομένη τῆξον αὐτά, καὶ διὰ ῥάκους λινοῦ καὶ καθαροῦ ὕλισον εἰς ἀργυροῦν ἀγγεῖον.
βάλε καὶ πωμάσας στεγανῶς ἀπόθου ἐν καταψύχρῳ τόπῳ· χειμῶνος δὲ ταῦτα δραστέον, ἐν γάρ θέρει οὐ πήγνυται. τινὲς δὲ πρὸς τὴν σύστασιν αὐτοῦ καὶ τὴν πῆξιν βραχύ κηροῦ Τυρρηνικοῦ μίσγουσιν. τῳ δὲ αὐτῷ τρόπῳ ἀρωματιστέον καὶ τὸ ὕειον καὶ ἄρκειον καὶ τά ὅμοια.
ὡς εἴρηται, ἄλλην μνᾶν μίαν ἥμισυ καὶ ὡσαύτως ἀναστρέφου, μαγίδας τε ποιῶν καὶ τὰ ἄλλα τὰ προειρημένα ἐπὶ 11 πᾶσι δὲ ἑψήσας καὶ διυλίσας ἀφελών τε, εἴ τις πρὸς τῷ πυθμένι ῥυπαρία ὑπάρχοι, ἀπόθου ἐν καταψύχρῳ τόπῳ.
πρόσφατον, ὁποῖον ἂν αἱρῇ, ἔκπλυνον ἐπιμελῶς καὶ διαψύξας ἐπὶ κοσκίνου ἐν σκιᾷ, μετὰ τὸ ξηρανθῆναι ἔμβαλε εἰς ὀθόνην καὶ ἐκπίεσον ταῖς χερσὶν ἐρρωμένως, εἶτα λίνῳ διείρας κρέμασον ἐν τόπῳ σκιερῷ· μετὰ δὲ ἡμέρας πολλὰς καινῷ ἀποδήσας χαριῃ ἀποτίθεσο ἐν καταψύχρῳ τόπῳ. ἄσηπτα δὲ διαμένει
καὶ ἐν μέλιτι ἀποτεθέντα.
ἑρπετὰ διώκει καταχριόμενον τὸ δὲ αἴγειον στυπτικώτερον, ὅθεν δυσεντερικοῖς δίδοται σύν ἀλφίτῳ καὶ τυρῷ, καὶ ἑψόμενον ἐγκλύζεται μετὰ πτισάνης χυλοῦ. εὐθετεῖ δὲ καὶ φθισικοῖς ἐν ῥοφήμασιν ὁ ἐξ αὐτῶν ζωμός, καὶ τοῖς κανθαρίδας πεπωκόσιν ὠφελίμως δίδοται.
ποδαγρικοῖς φυραθὲν σὺν αἰγὸς σπυράθοις καὶ κρόκῳ καὶ ἐπιτιθέμενον, καὶ τὸ προβάτειον δὲ ἀναλογεῖ τούτῳ. ὕειον δὲ ἀναλογεῖ τοῖς περὶ ὑστέραν καὶ ἕδραν καὶ πυρικαύτοις ἁρμόζει· τὸ δὲ ταριχηρὸν ὕειον ὡς ὅτι παλαιότατον θερμαίνει, 12 13 14 15 μαλάσσει, οἴνῳ δὲ πλυθὲν ἁρμόζει πλευριτικοῖς, σὺν τέφρᾳ ἢ ἀσβέστῳ ἀναλημφθέν, καὶ πρὸς οἰδήματα καὶ φλεγμονάς. τὸ δὲ ὄνειόν φασιν οὐλάς ὁμόχρους ποιεῖν, χήνειον δᾶ καὶ ὀρνίθειον πρός τε τὰ γυναικεῖα καὶ ἐπιρρήξεις χειλῶν καὶ προσώπων ἐπιμέλειαν καὶ ὠταλγίας ἁρμόζει, τὸ δὲ ἄρκειον δοκεῖ τριχοφυὲς
εἶναι ἀλωπεκιῶν καὶ χιμετλιῶσιν ἁρμόζει.
ἐκτιλθείσας δὲ τὰς ἐν μασχάλη τρίχας πρὸς ταῖς ῥίζαις καταρισθὲν καθʼ ἑαυτὸ πρόσφατον ἐξιτήλους ποιεῖ.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.