καὶ πρὸς ῥοικὰς γυναῖκας καὶ πρὸς αἷματος θρόμβωσιν καὶ ἀναγωγὰς τὰς ἐκ θώρακος, προστιθεμένη δὲ μετὰ τὴν κάθαρσιν τῇ μήτρᾳ μετὰ βουτύρου συλλήψει συνεργεῖ, ποθεῖσα δὲ μετὰ τὴν ἄφεδρον ἀτόκιόν ἐστιν. ἡ δὲ τοῦ ἵππου, ὐπʼ ἐνίων δὲ ἱππάκη καλουμένη, ἰδίως ἁρμόζει ἐπὶ κοιλιακῶν καὶ δυσεντερικῶν.
δὲ καὶ ἀρνὸς καὶ νεβροῦ καὶ δορκάδος καὶ πλατυκέρωτος καὶ δόρκου καὶ ἐλάφου καὶ μόσχου καὶ βουβάλου ὁμοίαν ἔχουσι δύναμιν, ἁρμόζουσαν πρὸς ἀκονίτου πόσιν σὺν οἴνῳ λαμβανόμεναι καὶ πρὸς γάλακτος θρόμβωσιν μετʼ ὄξους. ἡ δὲ τοῦ νεβροῦ ἰδίως μετὰ τὰς καθάρσεις προστεθεῖσα ἐπὶ τρεῖς ἡμέρας
ἀτόκιόν ἐστιν. ἡ δὲ τῆς φώκης ἔοικε κατὰ τὴν δύναμιν τῷ καστορίῳ, δοκεῖ δὲ ἁρμόζειν μάλιστα ἐπιλημπτικοῖς καὶ ὑστερικαῖς πνιξὶ πινομένη.
τῆς φώκης πιτύα μηδέπω δυναμένων τῶν σκύμνων νήχεσθαι. κοινῶς δὲ πᾶσα πιτύα πήσσει μὲν τὰ διαλελυμένα, λύει δὲ τὰ συνεστῶτα.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.