δὲ τῶν τὸν στόμαχον πεπονθότων ἢ ῥευματιζομένων ἢ ἀνορέκτων ἢ διαφορουμένων ἐπιτήδειον. σκευάζεται δὲ πρὸς μέλιτος ἓν μέρος δύο ὕδατος ὀμβρίου παλαιοῦ μειγνυμένων καὶ ἡλιαζομένων. οἱ δὲ πηγαῖον μείξαντες ἀφέψουσιν εἰς τὸ τρίτον καὶ ἀποτίθενται. καλοῦσι δέ τινες καὶ ἀπόμελι τὸ
ἐκπλυνομένων τῶν κηρίων ὕδατι σκευαζόμενον ὑδρόμελι καὶ ἀποτιθέμενον· δεῖ δὲ αὐτὸ καὶ ἀκρατέστερον ποιεῖν, οἱ δὲ καὶ τοῦτο ἕψουσιν. ἐστι δὲ ἄθετον ἐπὶ νοσούντων διὰ τὸ πλεῖστον ἔχειν κηρανθέμου.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.