αὐτὰ ποίει τοῖς προειρημένοις τρίτον καὶ καθόλου, ἕως τὸ ἔριον μηκέτι βάπτηται, λοιπὸν κατεράσας εἰς θυίαν πρὸς δραχμὰς π´ Ἀττικὰς τῆς λιθαργύρου μεῖξον ἁλὸς ὀρυκτοῦ λίτραν μίαν καὶ λέαινε· διαλιπὼν δὲ ἐπίδος νίτρου ὡς λευκοτάτου διειμένου μεθʼ ὕδατος ὁλκὰς μζ´ καὶ πάλιν τρῖβε,
ἄχρι ἂν ἡ λιθάργυρος ἱκανῶς λευκὴ γένηται, οὕτως τε κατεράσας αὐτὴν εἰς κεραμεοῦν ἀγγεῖον πλατύστομον καὶ προσεπιχέας δαψιλὲς ὕδωρ ἐάσας τε καταστῆναι, τὸ μὲν ἀπήθησον, ἕτερον δὲ ἐπιδοὺς ὕδωρ καὶ ταῖς χερσὶν ἀναταράξας πάλιν ὑποστῆναι ἄφες καὶ ἀπήθησον.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.