ἐρίοις λευκοῖς κάθες εἰς κεραμεᾶν καινὴν χύτραν, ἐπιδούς τε ὕδωρ καὶ κυάμων καθαρῶν καὶ νέων δράκα μίαν ἕψε· ὅταν δὲ οἱ κύαμοι διαρραγῶσι τό τε ἔριον μελανθῆ, ἐξελὼν τὴν λιθάργυρον καὶ ἑτέρῳ ἐνειλήσας ἐρίῳ ἐκ δευτέρου ἕψε, καθαρὸν ἐπιδοὺς ὕδωρ κυάμων τε τὸ ἴσον πλῆθος.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.