ἐν οἴκῳ διστέγῳ κατασκευάζεται κάμινος, καὶ κατʼ αὐτὴν πρὸς τὸ ὑπερῷον ἐκτομὴ σύμμετρός τε καὶ ἐκ τῶν ἄνωθεν μερῶν ἀνεῳγμένη, ὁ δὲ τοῖχος τοῦ οἰκήματος, ᾧ πλησιάζει ἡ κάμινος, τιτρᾶται λεπτῷ τρήματι ἄχρι αὐτῆς τῆς χώνης εἰς παραδοχὴν φυσήματος· ἔχει δὲ καὶ θύραν σύμμετρον πρὸς εἴσοδον καὶ
ἔξοδον κατεσκευασμένην ὑπὸ τοῦ τεχνίτου.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.