κατὰ τὸ πλεῖστον δὲ ἔμπλεον καρφῶν καὶ τριχῶν καὶ γῆς, ὡσὰν ἀπόψημά τι καὶ σύρμα τῶν ἐν τοῖς χαλκουργείοις ἐδάφων καὶ καμίνων, ἡ δὲ πομφόλυξ λιπαρὰ ὑπάρχει καὶ λευκή, ἔτι δὲ κουφοτάτη, ὡς δύνασθαι ἐπιποτᾶσθαι τῷ ἀέρι. καὶ 1 2 3 4 ταύτης δὲ δύο ἐστὶν εἴδη· τὸ μὲν ἀερίζον καὶ ὑποπίμελον, τὸ δὲ λίαν λευκὸν καὶ ἄκραν ἔχον κουφότητα.
συνεμπάσσωσι λελεασμένην καδμείαν, βελτιοῦν αὐτὴν βουλόμενοι· ἡ γάρ ἀπὸ ταύτης ἀναφερομένη αἰθάλη, λευκοτάτη οὖσα, πομφολυγοῦται. οὐ μόνον δὲ ἐκ τῆς τοῦ χαλκοῦ κατεργασίας τε καὶ ὕλης γίνεται πομφόλυξ, ἀλλὰ καὶ ἐκ καδμείας προηγουμένως ἐκφυσωμένης εἰς γένεσιν αὐτῆς.
ἐν οἴκῳ διστέγῳ κατασκευάζεται κάμινος, καὶ κατʼ αὐτὴν πρὸς τὸ ὑπερῷον ἐκτομὴ σύμμετρός τε καὶ ἐκ τῶν ἄνωθεν μερῶν ἀνεῳγμένη, ὁ δὲ τοῖχος τοῦ οἰκήματος, ᾧ πλησιάζει ἡ κάμινος, τιτρᾶται λεπτῷ τρήματι ἄχρι αὐτῆς τῆς χώνης εἰς παραδοχὴν φυσήματος· ἔχει δὲ καὶ θύραν σύμμετρον πρὸς εἴσοδον καὶ
ἔξοδον κατεσκευασμένην ὑπὸ τοῦ τεχνίτου.
ὑπὸ χεῖρά τε τὸ αὐτὸ ποιεῖ, ἅμα καὶ ἀνθρακιὰν προσεμβάλλει, ἄχρι ἂν ὃ προστέθειται πλῆθος ἀναλωθῇ.
ἐκ τῶν ὑδάτων πομφόλυξιν ἐοικὸς γίνεται, ὕστερον δὲ πλείονος τῆς παραυξήσεως συμβαινούσης ἐρίων τολύπαις ἀφομοιοῦται.
ἐπιτεθῇ, ἡ ἄδολος ἐπιζεῖ ἀερόχρους γενομένη. ἐπιμελῶς δὲ προσεκτέον τοῖς προειρημένοις κριτηρίοις· δολοῦται γάρ ὑπό τινων ταυροκόλλῃ ἢ πνεύμοσιν ἀρνείοις ἢ θαλασσίοις ἢ κεκαυμένοις ὀλύνθοις καί τισιν ἄλλοις παραπλησίοις. εὐχερὲς δὲ τὸ διαγνῶναι· οὐδὲν γὰρ τῶν προειρημένων ἐν τῇ δοκιμασίᾳ ἐπὶ
τοιούτων εὑρίσκεται.
γάρ τὸ μὲν ἰλυῶδες καὶ νόστιμον αὐτῆς ἀπορρυήσεται, τὸ δὲ σκύβαλον πᾶν ἐν τῷ ὀθονίῳ μενεῖ, εἶτα ἐάσας καταστῆναι ἀπήθησον τὸ ὕδωρ σὺν τῇ σποδῷ, καὶ πάλιν ἄλλο ἐπιχέας ἀνατάρασσε καὶ ἀπόχει, καὶ ταῦτα ποίει ἀπηθῶν τε καὶ ἐπιχέων, μέχρι ἂν ἀμμῶδες μηδὲν ἐφιζάνῃ· λοιπὸν τὸ μὲν
ὕδωρ ἐξίπωσον, τὴν δὲ σποδὸν ξηράνας ἀποτίθεσο.
αὐτῆς τῷ ἀγγείῳ ἀφρῶδες ὂν αὐτόθεν μύακι ἀναλαμβάνουσι καὶ ἀποτίθενται εἰς ὀστράκινον καινὸν ἀγγεῖον, τὸ δ΄ ἐγκαθήμενον πράως διασήσαντες καταχέουσιν εἰς ἕτερον ἀγγεῖον ὑπολειπομένου τοῦ ἐν τῷ πυθμένι ἀμμώδους· πάλιν δὲ ἐάσαντες ὑποστῆναι τὰ λιθώδη εἰς ἄλλο ἀγγεῖον καθαρὸν ἀπηθοῦσι,
καὶ τοῦτο πολλάκις δρῶσιν, ἕως ἂν καθαρά καὶ ἀμέτοχος ἄμμου γένηται ἡ σποδός.
διὰ τὴν κουφότητα· λοιπὸν χωρίσαντες τὴν σποδὸν ἐν μέσῳ οὖσαν καὶ εἰς θυίαν βαλόντες πλύνουσιν ὡς τὴν καδμείαν. πλύνεται δὲ καὶ οἴνῳ Χίῳ ἀθαλάσσῳ κατὰ τοὺς προειρημένους τρόπους, καὶ γίνεται στυπτικωτέρα τῆς ὕδατι πλυνομένης.
ἀναπληρωτικήν, καθαρτικήν τε καὶ προσπλαστικὴν καὶ ποσῶς ξηραντικήν· ἐστι δὲ καὶ τῶν πράως ἐσχαρούντων. ἐὰν δὲ ὀπτῆσαι δέῃ τὴν σποδόν, λεάνας ἐπιμελῶς αὐτὴν καὶ ἀναδεύσας ὕδατι καὶ ποιήσας τροχίσκους θὲς ἐπʼ ὄστρακον καινόν — ἐπιτίθει δὲ τοῦτο ἐπὶ λεπτὴν καὶ κούφην ἀνθρακιάν —
καὶ στρέφε τούς κυκλίσκους συνεχῶς, ἄχρι ἂν ξηροὶ καὶ πυρροὶ γένωνται.
τοίνυν μυρσίνης τὰ φύλλα σὺν τοῖς ἄνθεσι καὶ τοῖς μύρτοις ἀώροις ἔτι οὖσιν ἔμβαλε εἰς ὠμὴν κύθραν, καὶ περιπλάσας τὸ πῶμα κατατετρημένον συνεχέσιν ὀπαῖς δὸς εἰς κάμινον κεραμεικὴν ὀπτᾶν· ὅταν δὲ ὀπτηθῇ ὁ κέραμος, εἰς ἄλλην χύτραν ὠμὴν μετέρασον αὐτό, καὶ πάλιν κατοπτηθείσης καὶ τῆς
δευτέρας ἐξελὼν πλῦνε καὶ χρῶ.
ἢ βάτου τὰ ἁπαλὰ φύλλα ἢ πύξου κόμας ἢ τὴν λεγομένην ψευδοκύπερον σὺν τῷ ἄνθει.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.