τοίνυν μυρσίνης τὰ φύλλα σὺν τοῖς ἄνθεσι καὶ τοῖς μύρτοις ἀώροις ἔτι οὖσιν ἔμβαλε εἰς ὠμὴν κύθραν, καὶ περιπλάσας τὸ πῶμα κατατετρημένον συνεχέσιν ὀπαῖς δὸς εἰς κάμινον κεραμεικὴν ὀπτᾶν· ὅταν δὲ ὀπτηθῇ ὁ κέραμος, εἰς ἄλλην χύτραν ὠμὴν μετέρασον αὐτό, καὶ πάλιν κατοπτηθείσης καὶ τῆς
δευτέρας ἐξελὼν πλῦνε καὶ χρῶ.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.