αὐτῆς τῷ ἀγγείῳ ἀφρῶδες ὂν αὐτόθεν μύακι ἀναλαμβάνουσι καὶ ἀποτίθενται εἰς ὀστράκινον καινὸν ἀγγεῖον, τὸ δ΄ ἐγκαθήμενον πράως διασήσαντες καταχέουσιν εἰς ἕτερον ἀγγεῖον ὑπολειπομένου τοῦ ἐν τῷ πυθμένι ἀμμώδους· πάλιν δὲ ἐάσαντες ὑποστῆναι τὰ λιθώδη εἰς ἄλλο ἀγγεῖον καθαρὸν ἀπηθοῦσι,
καὶ τοῦτο πολλάκις δρῶσιν, ἕως ἂν καθαρά καὶ ἀμέτοχος ἄμμου γένηται ἡ σποδός.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.