ἐστι τοῦ Ἀλβανοῦ, σαρκῶν τε καὶ εὐχροίας γεννητικός, πέψει δὲ ἄθετος· ὁ δὲ Συρεντῖνος αὐστηρὸς ἱκανῶς ἐστιν, 1 2 3 4 ὅθεν ἐντέρων καὶ στομάχου ῥεῦμα ἵστησι, κεφαλῆς τε ἧττον ἅπτεται, λεπτομερὴς ὤν· παλαιωθεὶς δὲ εὐστομαχώτερος καὶ ἡδίων γίνεται. ὁ δὲ Ἀδριανὸς καὶ ὁ Μαμερτῖνος, γεννώμενος δὲ ἐν Σικελίᾳ, κατʼ ἴσον εἰσὶν ἁδρομερεῖς, μετρίως στύφοντες, καὶ τάχιον παλαιοῦνται, ἧττον δὲ τοῦ νευρώδους
ἅπτονται διὰ τὸ ἐν αὐτοῖς λεῖον.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.