δὲ ὠφελίμως πρὸς τὰ θηριώδη καὶ φαγεδαινικὰ καὶ ῥευματιζόμενα ἕλκη. πρὸς δὲ τὴν ἐν ὑγιείᾳ χρῆσιν εὔθετοι οἱ ἀθάλασσοι, αὐστηροὶ καὶ λευκοί· διαφέρουσι δὲ τούτων οἱ ἐταλικοί, ὡς ὁ Φαλερῖνος Συρεντῖνος Καίκουβος Σιγνῖνος καὶ ἄλλοι πολλοὶ οἱ ἀπὸ τῆς Καμπανίας καὶ ὁ Πραιτυτιανὸς ὁ
ἀπὸ τοῦ Ἀδρία καὶ ὁ Σικελιωτικὸς ὁ Μαμερτῖνος καλούμενος, Ἑλληνικῶν δὲ ὁ Χῖος Λέσβιος Φυγελίτης ὁ ἐν Εφέσῳ γεννωμενος.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.