ἑαυτὴν καὶ σύν πεπέρει μασωμένη εὐθετεῖ, διδύμων τε φλεγμονὰς παύει καταπλασθεῖσα μετὰ ἀλεύρου κυαμίνου καὶ κυμίνου. ἐπινυκτίδας δὲ καὶ ἄνθρακας καὶ κηρία καὶ τὰς περὶ ἄρθρα σηπεδόνας καὶ γαγγραίνας χωρὶς τῶν γιγάρτων ἰᾶται λεία σὺν πηγάνῳ ἐπιτιθεμένη, πρός τε ποδάγραν ἁρμόζει μετὰ ὀποπάνακος
καταπλασσομένη, καὶ ὄνυχας δὲ θᾶττον ἀφίστησι σαλευθέντας ἐπιπλασθεῖσα.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.