καὶ ἐμπευματοῖ τὸν στόμαχον, ἡ δʼ ἐπὶ χρόνον τινὰ κρεμασθεῖσα ἐπʼ ὀλίγον μετέχει τούτων διὰ τὸ πολὺ τῆς ἰκμάδος ἀνεξηράνθαι, εὐστόμαχός τέ ἐστι καὶ ῥρέξεως ἀνακλητικὴ καὶ ἐπιτήδειος πρὸς τοὺς ἀσθενοῦντας. αἱ δʼ ἐκ τῶν στεμφύλων καὶ τῶν βίκων εὔστομοι, εὐστόμαχοι, κοιλίας ἐφεκτικαί, κύστεως
δὲ καὶ κεφαλῆς ἅπτονται· ἁρμόζουσι δὲ καὶ ἐπὶ αἱμοπτοικῶν. ὅμοιαι δέ εἰσι καὶ αἱ εἰς τὸ γλεῦκος ἐμβαλλόμεναι, αἱ δʼ ἐκ τοῦ ἐψήματος καὶ γλυκέος κακοστομαχώτεραι.
καὶ κοιλιακοὺς καὶ ῥοικὰς ὠφελεῖ ἐνιέμενον, καὶ εἰς ἐγκαθίσματα καὶ προσκλύσματα λαπβάνεται. τὰ δὲ ἐξ αὐτῶν γίγαρτα στυπτικά, εὐστόμαχα, φρυγέντα δὲ καὶ ἀντὶ ἀλφίτου ἐπιπασσόμενα λεῖα ἁρμόζει δυσεντερικοῖς καὶ κοιλιακοῖς καὶ τοῖς τὸν στόμαχον ἀναλελυμένοις.
ἑαυτὴν καὶ σύν πεπέρει μασωμένη εὐθετεῖ, διδύμων τε φλεγμονὰς παύει καταπλασθεῖσα μετὰ ἀλεύρου κυαμίνου καὶ κυμίνου. ἐπινυκτίδας δὲ καὶ ἄνθρακας καὶ κηρία καὶ τὰς περὶ ἄρθρα σηπεδόνας καὶ γαγγραίνας χωρὶς τῶν γιγάρτων ἰᾶται λεία σὺν πηγάνῳ ἐπιτιθεμένη, πρός τε ποδάγραν ἁρμόζει μετὰ ὀποπάνακος
καταπλασσομένη, καὶ ὄνυχας δὲ θᾶττον ἀφίστησι σαλευθέντας ἐπιπλασθεῖσα.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.