καὶ ἐμπευματοῖ τὸν στόμαχον, ἡ δʼ ἐπὶ χρόνον τινὰ κρεμασθεῖσα ἐπʼ ὀλίγον μετέχει τούτων διὰ τὸ πολὺ τῆς ἰκμάδος ἀνεξηράνθαι, εὐστόμαχός τέ ἐστι καὶ ῥρέξεως ἀνακλητικὴ καὶ ἐπιτήδειος πρὸς τοὺς ἀσθενοῦντας. αἱ δʼ ἐκ τῶν στεμφύλων καὶ τῶν βίκων εὔστομοι, εὐστόμαχοι, κοιλίας ἐφεκτικαί, κύστεως
δὲ καὶ κεφαλῆς ἅπτονται· ἁρμόζουσι δὲ καὶ ἐπὶ αἱμοπτοικῶν. ὅμοιαι δέ εἰσι καὶ αἱ εἰς τὸ γλεῦκος ἐμβαλλόμεναι, αἱ δʼ ἐκ τοῦ ἐψήματος καὶ γλυκέος κακοστομαχώτεραι.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.