ἀσβέστου, ἐκλειχόμενόν τε τὸ ἄνθος μετὰ μέλιτος φθισικοὺς ὠφελεῖ, κατασκευάζονται δὲ καὶ πύελοι ἐκ τοῦ λίθου, εἰς ἃς οἱ ποδαγρικοὶ τοὺς πόδας ἐντιθέντες ὠφελοῦνται, καὶ σοροὶ σαρκοφάγοι γίνονται. ἰσχναίνει καὶ τὰ πολύσαρκα καὶ παχέα σώματα καταπασσόμενον ἀντὶ νίτρου ἐν βαλανείῳ.
ἐὰν δέ τις πλῦναι θέλῃ τὰ προειρημένα, πλυνέτω ὡς τὴν καδμείαν.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.