ἐπὶ τὸ μήλινον τετραμμένον, προσαγόμενόν τε τῇ γλώττῃ δάκνει ποσῶς.
τὰ παλαιὰ καὶ δυσκατούλωτα ἕλκη ἰᾶται, καταστέλλει δὲ τὰ ὑπερσαρκοῦντα καὶ μύκησιν ἅμοια καὶ θηριώδη. πληροῖ δὲ καὶ τὰ κοῖλα τῶν ἑλκῶν καὶ ἀνακαθαίρει σὺν μέλιτι, καὶ τὰ νεμόμενα δὲ ἵστησι μιγὲν κηρωτῇ.
ἀσβέστου, ἐκλειχόμενόν τε τὸ ἄνθος μετὰ μέλιτος φθισικοὺς ὠφελεῖ, κατασκευάζονται δὲ καὶ πύελοι ἐκ τοῦ λίθου, εἰς ἃς οἱ ποδαγρικοὶ τοὺς πόδας ἐντιθέντες ὠφελοῦνται, καὶ σοροὶ σαρκοφάγοι γίνονται. ἰσχναίνει καὶ τὰ πολύσαρκα καὶ παχέα σώματα καταπασσόμενον ἀντὶ νίτρου ἐν βαλανείῳ.
ἐὰν δέ τις πλῦναι θέλῃ τὰ προειρημένα, πλυνέτω ὡς τὴν καδμείαν.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.