διαχυτικήν, ἔτι δὲ κατασταλτικὴν καὶ ἐσχαρωτικήν, τῷ μᾶλλον καὶ ἧττον διαφέροντες. εἰσὶ δὲ καὶ σηπεδόνων ἐφεκτικοὶ καὶ σμήξεσι ψωρικαῖς μείγνυνται· στέλλουσι καὶ τὰς ἐν ὀφθαλμοῖς ὑπεροχὰς καὶ πτερύγια τήκουσι, καὶ τὰς ἄλλας δὲ ὑπερσαρκώσεις, κλυσμοῖς τε εὔθετοι καὶ κόπου λυτήριοι σὺν ἐλαίῳ συγχριόμενοι
καὶ πρὸς τὰ οἰδήματα τῶν ὑδρωπικῶν, πυρία τε ἡ διʼ αὐτῶν ἐν σακκίοις πραυντικὴ ἀλγημάτων.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.