δὲ κοινῶς μὲν τὸ λευκὸν ἄλιθον καὶ διαφανές, πυκνόν τε καὶ ὁμαλὸν τῇ συγκρίσει· ἰδίως δὲ τὸ ἀμμωνιακὸν τῷ γένει, σχιστόν τε καὶ εὐθείας τὰς διαφύσεις ἔχον. τοῦ δὲ θαλασσίου τὸ πυκνὸν παραλημπτέον καὶ λευκὸν καὶ ὁμαλόν. κάλλιστον δὲ ἐν Κύπρῳ καὶ Σαλαμῖνι τῆς Κύπρου γίνεται καὶ ἐν 1 2 3 4 5 Μεγάροις, εἶτα ἐν Σικελίᾳ καὶ Λιβύῃ, καὶ ἐν τοῖς προειρημένοις τὰ λιμναῖα προκριτέον· εὐτονώτατον δέ ἐστιν αὐτοῦ τὸ Φρύγιον, καλούμενον δὲ Τατταῖον.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.