μελαίνης μήκωνος λεῖον ποτίζεται σὺν οἴνῳ πρὸς ῥεῦμα κοιλίας καὶ γυναικεῖον ῥοῦν· καταπλάσσεται δὲ ἐπὶ τῶν ἀγρυπνούντων μετὰ ὕδατος ἐπὶ τοῦ μετώπου καὶ τῶν κροτάφων. ὁ δὲ ὀπὸς καὶ αὐτὸς ψύχων ἐπὶ πλέον καὶ παχύνων καὶ ξηραίνων ληφθεὶς βραχύς ὅσον ὄροβος ἀνώδυνός ἐστι καὶ ὑπνοποιὸς
καὶ πεπτικός, βοηθῶν βηξὶ καὶ κοιλιακαῖς διαθέσεσι· πλείων δὲ ποθεὶς βαπτίζει ὕπνῳ ληθαργωδῶς καὶ ἀναιρεῖ.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.