καὶ πίνεται δὲ πρὸς ἀγρυπνίαν τὸ ἀφέψημα, καὶ εἰς καταπλάσματα δὲ λεῖαι αἱ κωδύαι μετὰ ἀλφίτου πρὸς φλεγμονὰς καὶ ἐρυσιπέλατα μειγνύμεναι ἁρμόζουσι. δεῖ δὲ κόπτοντας αὐτὰς χλωρὰς ἀναπλάττειν εἰς τροχίσκους καὶ ξηραίνοντας ἀποτίθεσθαι καὶ οὕτως χρῆσθαι. καθ᾿ ἑαυτὰς δὲ ἑψηθεῖσαι
αἱ κωδύαι ἐν ὕδατι ἄχρι ἡμίσους, εἶτα σὺν μέλιτι πάλιν ἑψηθεῖσαι, μέχρι ἂν συστραφῇ τὸ ὑγρόν, ποιοῦσι φάρμακον ἐκλεικτὸν ἀνώδυνον πρὸς βῆχας καὶ ῥευματισμούς ἀρτηρίας καὶ κοιλιακάς διαθέσεις·
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.