δὲ αὐτῆς τὸ ἀφέψημ· καθαίρει δὲ λεία ξηρὰ τὰ ῥυπαρὰ ἕλκη καὶ λεπίδας ἀπ᾿ ὀστέων ἀφίστησι καὶ ἀπουλοῖ τὰ παλαιά· μείγνυται δὲ καὶ κηρώμασι καὶ μαλάγμασι θερμαντικοῖς. ἐκλέγου δὲ τὴν πρόσφατον, ἄβρωτον, στερεάν, πλήρη ὀσμῆς. λύεται δὲ ὁ ὀπὸς εἰς τὰ ποτήματα ἀμυγδάλοις πικροῖς ἢ πηγάνῳ
ἢ ἀνήθῳ ἢ ἄρτῳ θερμῷ.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.