ἀνακλητικός. διώκει δὲ θηρία θυμιώμενος· ἁρμόζει δὲ καὶ πρὸς ὠταλγίας ἐνσταζόμενος σὺν ῥοδίνῳ καὶ πρὸς μυλαλγίας ἐντιθέμενος βρώμασι· ποιεῖ δὲ καὶ πρὸς βῆχας μετ᾿ ᾠοῦ λαμβανόμενος, 1 2 δυσπνοίαις τε καὶ στρόφοις καὶ πνευματικαῖς διαθέσεσιν ἀρμόζει, κοιλίαν τε ἠπίως μαλάσσει καὶ σπλῆνα τήκει καὶ δυστοκίαις ἐξόχως ἀρήγει, πρός τε πόνους καὶ διατάσεις κύστεως καὶ νεφρῶν πινόμενος ποιεῖ· ἀναστομοῖ δὲ καὶ ὑστέραν.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.