χρῆσθαι δεῖ τῆς μὴ τὸ κάχρυ φερούσης λιβανωτίδος· δριμὺ γὰρ ἐκεῖνο καὶ τραχυντικὸν τῆς ἀρτηρίας. Θεόφραστος δὲ ἱστορεῖ (h. pl. IX 11, 11) μετὰ τῆς ἐρείκης λιβανωτίδα θρίδακι ἀγρίᾳ τῇ πικρᾷ ὅμοια φύλλα ἔχουσαν, ῥίζαν δὲ βραχεῖαν φύεσθαι, καθαίρειν δὲ ἄνω καὶ κάτω τὴν ῥίζαν ποθεῖσαν, λευκότερα
μέντοι καὶ τραχύτερα τὰ φύλλα τῶν τῆς θρίδακος. τὸ μέντοι κάχρυ δύναμιν ἔχει θερμαντικήν, ἀναξηραντικὴν σφόδρα· ὅθεν ἁρμόζει σμήγμασι μειγνύμενον πρὸς ῥευματιζομένους ὀφθαλμοὺς ἐπὶ τῆς κεφαλῆς ἐμπλασσόμενον καὶ ἀποσμώμενον μετὰ ἡμέρας τρεῖς.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.