2 3 4 ἔμμηνά τε ἄγουσι καὶ οὖρα· διαφοροῦσι δὲ καὶ οἰδήματα παλαιὰ καταπλασσόμεναι. ὁ δὲ χυλὸς τῆς ῥίζης καὶ τῆς πόας ὀξυδερκὴς μειγνύμενος μέλιτι καὶ ἐγχριόμενος. ὁ δὲ καρπὸς πινόμενος τὰ αὐτὰ ποιεῖ, βοηθεῖ καὶ ἐπιληψίαις καὶ ταῖς ἐν
θώρακι παλαιαῖς διαθέσεσιν, ἰκτερικοῖς τε μετὰ πεπέρεως καὶ οἴνου διδόμενος. ἐστι δὲ καὶ ἱδρωτικὸς σὺν ἐλαίῳ ἀλειφόμενος, ἀρμόζει καὶ σπάσμασι καὶ ῥήγμασι, ποδάγραις τε καταπλασσόμενος λεῖος σὺν αἰρίνῳ ἀλεύρῳ καὶ ὄξει, ἀλφούς τε σμήχει μειγνύμενος ὄξει δριμυτάτῳ.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.