πρὸς δὲ στόμαχον ῥοδίνη· ἁρμόζει δὲ καὶ σπληνικοῖς καὶ ὑδρωπικοῖς μιγέντων αὐτῷ σύκων καὶ νίτρου καὶ αἰρίνου ἀλεύρου. σκευάζεται δὲ καὶ οἷνος ὁ λεγόμενος ἀψινθίτης διʼ αὐτοῦ, μάλιστα περὶ τὴν Προποντίδα καὶ Θρᾴκην, ᾧ πρὸς τὰ προειρημένα χρῶνται ἐν ἀπυρεξίᾳ· καὶ ἄλλως δὲ προπίνουσι θέρους 1 2 3 ὑγιείας ποιητικὸν εἶναι νομίζοντες.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.