δὲ καὶ ἔμμηνα πινόμενόν τε καὶ προστιθέμενον μετὰ μέλιτος πρός τε τοὺς ὑπὸ μυκήτων πνιγομένους ἁρμόζει σὺν ὄξει πινόμενον, σὺν οἴνῳ δὲ πρὸς ἰξίαν καὶ κώνειον καὶ μυγαλῆς δήγματα καὶ δράκοντα θαλάσσιον συναγχικοῖς τε διάχρισμα σὺν μέλιτι καὶ νίτρῳ καὶ πρὸς ἐπινυκτίδας σὺν ὕδατι, πρὸς δὲ ὑπώπια σὺν
μέλιτι καὶ ἀμβλυωπίας καὶ πρὸς τὰ ἰχωρορροοῦντα ὦτα ὁμοίως· καὶ ὁ ὑπατμισμὸς δὲ αὐτοῦ τοῦ ἀφεψήματος πρὸς ὠταλγίαν ἀφεψόμενόν τε σὺν γλυκεῖ κατάπλασμα ὀφθαλμῶν περιοδυνώντων ἐστί.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.