ἐπὶ ἑρπετοδήκτων καὶ φυμάτων καὶ τραυμάτων καὶ σὺν οἴνῳ δὲ πίνεται τὸ ἄνθος καὶ τὰ φύλλα πρὸς καταμηνίων ἀγωγὴν καὶ ἐκβολὴν ἐμβρύων καὶ στραγγουρίαν καὶ στρόφους καὶ ἴκτερον, μετʼ ὄξους δὲ ἐπιληπτικοὺς πινόμενα ὠφελεῖ· καὶ τὸ ἀφέψημα δὲ αὐτῶν ἐν ἐγκαθίσματι τὰ ἐν μήτρᾳ θεραπεύει.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.