ἀγωγὴν ἐμμήνων καὶ δευτέρων καὶ δυστοκούσαις καὶ θηριοδήκτοις καὶ τοῖς θανάσιμον πεπωκόσι· κύστει μέντοι καὶ νεφροῖς ἄθετον. τὰ δὲ φύλλα καταπλασσόμενα σὺν μέλιτι ῥυπαρὰ ἕλκη ἀνακαθαίρει, πτερύγιά τε καὶ νομὰς ἀφίστησι καὶ ὀδύνην πλευρῶν παραιτεῖται· καὶ τὸ ἐξ αὐτοῦ δὲ κατασκευαζόμενον
χύλισμα ἐκθλιβομένων τῶν φύλλων καὶ συστρεφομένων | ἐν ἡλίῳ πρὸς τὰ αὐτὰ ποιεῖ, ἔστι δὲ ὀξυδερκὲς σὺν μέλιτι ἐγχριόμενον καὶ ἴκτερον ἀποκαθαίρει διὰ τῶν ῥινῶν, ὠταλγίαις τε ἁρμόζει ἐγχυματιζόμενον καθ᾿ ἑαυτὸ καὶ μετὰ ῥοδίνου.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.