μετὰ δὲ τοῦ ὀστράκου ὅλος τριβεὶς καὶ μετʼ οἴνου καὶ σμύρνης ὀλίγης ποθεὶς κολικοὺς θεραπεύει καὶ κύστεως ἀλγήματα. ἀνακολλᾷ δὲ καὶ τρίχας ὁ χερσαῖος, ἐάν τις βελόνην κατὰ τῆς σαρκὸς αὐτοῦ φέρων τῷ προισταμένῳ γλοιώδει προσάπτηται τῆς τριχός.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.