πωματίας. καὶ ὁ θαλάσσιος δὲ εὐστόμαχος καὶ εὐέκκριτος, ὁ δὲ ποτάμιος βρωμώδης, καὶ ὁ ταῖς ἀκάνθαις καὶ τοῖς θαμνίσκοις προσκεκολλημένος ἄγριος, ὅν τινες σέσιλον ἢ σεσέλιτα καλοῦσι, ταρακτικὸς κοιλίας καὶ στομάχου, ἐμετοποιός.
καίειν, σμήχειν λέπρας, ἀλφοὑς, ἀδόντας. οὐλὰς δὲ τὰς ἐν ὀφθαλμοῖς καὶ λευκώματα καὶ ἐφἡλεις καὶ ἀμβλυωπίας μετὰ τῆς σαρκὸς ὅλοι καέντες καὶ λειανθέντες καὶ ἐγχριόμενοι σὺν μέλιτι 1 2 3 4 5 6 7 8 9 ἀποκαθαίρουσιν. ὠμοὶ δὲ σὺν τοῖς κελύφεσι καταπλασθέντες ἐξικμάζουσι τὰ ὑδρωπικὰ οἰδήματα καὶ οὐκ ἀφί ἰστανται, πρὶν ἢ πᾶν ἀνικμασθῆναι τὸ ὑγρόν· καὶ ποδαγρικὰς δὲ φλεγμονὰς πραύνουσι, καὶ σκόλοπας ἕλκουσιν ὁμοίως καταπλασθέντες, καὶ
ἔμμηνα ἄγουσι λεῖοι προστιθέμενοι.
μετὰ δὲ τοῦ ὀστράκου ὅλος τριβεὶς καὶ μετʼ οἴνου καὶ σμύρνης ὀλίγης ποθεὶς κολικοὺς θεραπεύει καὶ κύστεως ἀλγήματα. ἀνακολλᾷ δὲ καὶ τρίχας ὁ χερσαῖος, ἐάν τις βελόνην κατὰ τῆς σαρκὸς αὐτοῦ φέρων τῷ προισταμένῳ γλοιώδει προσάπτηται τῆς τριχός.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.